Εἰ μη συνῄδη,ὦ βουλῆ,τοῖς κατηγόροις βουλομένοις ἐκ παντός τρόπου κακῶς ἐμέ ποιεῖν,πολλήν ἄν χάριν εἶχον αὐτοῖς ταύτης τῆς κατηγορίας·Ἡγοῦμαι γαρ τοῖς ἀδίκως διαβεβλημένοις τούτους εἶναι μεγίστων ἀγαθῶν αἰτίους,οἵτινες ἄν αὐτούς ἀναγκάζωσιν εἰς ἔλεγχον τῶν αὐτοῖς βεβιωμένων καταστῆναι.

Ἐγώ γάρ οὕτω σφόδρα ἐμαυτῷ πιστεύω,ὥστ'ἐλπίζω καί εἰ τις προς με τυγχάνει ἀηδῶς ἤ κακῶς διακείμενος,ἐπειδάν ἐμοῦ λέγοντος ἀκούσῃ περί τῶν πεπραγμένων,μεταμελήσειν αὐτῷ και πολύ βελτίω με εἰς τον λοιπόν χρόνον ἡγήσεσθαι.ἀξιῶ δε,ὦ βουλή,ἐάν τοῦτο μόνον ὑμῖν ἐπιδείξω,ὡς εὔνους εἰμί τοῖς καθεστηκόσι πράγμασι και ὡς ἠνάγκασμαι τῶν αὐτῶν κινδύνων μετέχειν ὑμῖν,μηδέν πώ μη πλέον εἶναι·ἐάν δε φαίνωμαι και περί τα ἄλλα μετρίως βεβιωκώς και πολύ παρά την δόξαν και παρά τους λόγους τους τῶν ἐχθρῶν,δέομαι ὑμῶν ἐμέ μεν δοκιμάζειν,τούτους δε ἡγεῖσθαι χεῖρους εἶναι·πρῶτον δε ἀποδείξω ὡς οὐχ ἵππευον οὐδ'ἐπεδήμουν ἐπί τῶν τριάκοντα οὐδέ μετέσχον τῆς τότε πολιτείας.